Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 24 Ιανουαρίου 2014

ΟΣΙΑΣ ΜΗΤΡΟΣ ΗΜΩΝ ΞΕΝΗΣ

Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΑΝΟΥΑΡΙΟΥ

Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ξένης.

Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μητρὸς ἡμῶν Ξένης καὶ τῶν δύω αὐτῆς θεραπαινίδων.

Ἀποξενοῦται τοῦδε τοῦ βίου Ξένη,
Οὗ ζώσα καὶ πρίν, ὡς ἀληθῶς ἦν ξένη.
Θνῄσκουσιν ἄμφω τῆς Ξένης αἱ δουλίδες,
Οὐ τῶν ἐκείνης ἀρετῶν οὖσαι ξέναι.
Εἰκάδι οὐρανοῦ εἰς ξενίην Ξένη ἦλθε Τετάρτη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Παύλου Παυσιρίου καὶ Θεοδοτίωνος, τῶν αὐταδέλφων.
Παυσίριον καὶ Παῦλον ἄμφω συγγόνους,
Ποτάμιος ῥοῦς καὶ συνάθλους δεικνύει.
Ἰδοὺ τράχηλος ἐλθέτω δὴ τὸ ξίφος,
Θεὸν ποθῶν ἔκραζε Θεοδοτίων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαβύλα, τοῦ ἐν Σικελίᾳ, καὶ Τιμοθέου καὶ Ἀγαπίου τῶν μαθητῶν αὐτοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μακεδονίου.
Μονῶν ἀπείρων πατρικῆς σῆς οἰκίας,
Μακεδόνιος Χριστὲ λαμβάνει μίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ τῶν λειψάνων τοῦ ἁγίου Ὁσιομάρτυρος Ἀναστασίου τοῦ Πέρσου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἑρμογένους καὶ Μηνᾶ, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Φίλωνος, Ἐπισκόπου γενομένου τοῦ Καλπασίου· καὶ Μνήμη τοῦ Ὁσίου Πατρός ἡμῶν Φιλίππου Πρεσβυτέρου, καὶ τοῦ Ἁγίου Μάρτυρος Βαρσίμου, καὶ τῶν δύω αὐτοῦ ἀδελφῶν.
Τοὺς τρεῖς Ἀδελφοὺς θεῖος εἷς συσχὼν πόθος,
Θεῖον ποθεῖν ἔπειθεν ἐκ ξίφους τέλος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἑλλάδιος ὁ Κομενταρήσιος ξίφει τελειοῦται.
Ὑπὸ ξίφος θεὶς Ἑλλάδιος αὐχένα,
Ἑλληνικῆς ἔπαρσιν ᾔσχυνε πλάνης.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ζωσιμᾶς ἐν εἰρήνῃ τελειοῦται.
Τὶς τοὺς μακρούς σου Ζωσιμᾶ φράσει πόνους;
Καὶ τὶς θανόντος τῶν πόνων σου τὰ στέφη;

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, πλησίον τοῦ τάφου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.