Τρίτη, 3 Δεκεμβρίου 2013

ΕΚ ΦΛΟΓΟΣ ΤΟΙΣ ΟΣΙΟΙΣ ΔΡΟΣΟΝ ΕΠΗΓΑΣΑΣ

«Ἐκ φλογὸς τοῖς ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστὲ μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».

Ἀνακείμενος ὅλος τῷ Παντοκράτορι, τῆς προνοίας τοὺς τρόπους μεμυσταγώγησαι, οἰκονομικῶς, Ἔθνη νόμῳ παιδεύοντας· ὅθεν σε ὑμνοῦμεν, Προφῆτα θεηγόρε.

Ἱκετήριον ὕμνον Θεῷ προσάγαγε, ὑπὲρ τῶν σὲ ὑμνούντων θεομακάριστε, καὶ τῶν πειρασμῶν, λύσον ἄρτι τὸν τάραχον, ἵνα σε ὑμνῶμεν, Προφῆτα θεορρῆμον.