Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 16 Δεκεμβρίου 2013

ΠΡΟΦΗΤΟΥ ΑΓΓΑΙΟΥ

Τῌ ΙΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΔΕΚΕΜΒΡΙΟΥ

Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀγγαίου.

Τῇ ις' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ Ἐνδόξου Προφήτου Ἀγγαίου.

Ἀγγαῖος, ἄγγος πλῆρες ὤφθη χαρίτων.
Ὡς ὑλικὸν δέ, τῷ χρόνῳ συνετρίβη.
Ἕκτῃ καὶ δεκάτῃ Ἀγγαῖον γαῖα συνέσχεν.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μαρίνου.

Κάραν Μαρῖνος εὐτρεπίζει τῷ ξίφει,
Ἧς ὁ στέφανος εὐπρεπὴς ἐκ Κυρίου.

Τῇ αὐτῇ ἡμέρᾳ , Οἱ Ἅγιοι Πρόβος (ἢ Πρόμος) καὶ Ἱλαρίων πυρὶ τελειοῦνται.

Χλόη τις ἡ φλὸξ ἐστιν, εἰπόντος Πρόβου,
Ἱλάριος, Ναί, φησὶ φίλτατε Πρόβε.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μοδέστου, Ἀρχιεπισκόπου Ἱεροσολύμων.

Φέρει, Μόδεστε παμμάκαρ, καὶ σὸν τάφον,
Ἡ τὸν τάφον φέρουσα γῆ τοῦ Κυρίου.

Τὰ Ἐγκαίνια τοῦ Ναοῦ τοῦ Ἁγίου Μάρτυρος Χριστοφόρου, πλησίον τοῦ Ἁγίου Πολυεύκτου.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῆς Ἁγίας καὶ θαυματουργοῦ Θεοφανοῦς τῆς Βασιλίσσης, συζύγου γενομένης Λέοντος τοῦ σοφωτάτου Βασιλέως.

Ἐγγὺς Βασιλὶς Θεοφανὼ Κυρίου,
ταῖς ἀρεταῖς ἕστηκεν ἐστιλβωμένη.

Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν Νικολάου πατριάρχου Κωνσταντινουπόλεως, καὶ Μέμνονος ἀρχιεπισκόπου Ἐφέσου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.