Κυριακή, 8 Δεκεμβρίου 2013

ΠΝΕΥΜΑΤΙΚΗΝ ΝΥΝ ΧΟΡΕΙΑΝ

Πνευματικὴν νῦν χορείαν, δεῦτε κροτήσωμεν, καὶ τὸν Χριστὸν ὑμνοῦντες, Προεόρτια δῶρα, προσάξωμεν ἐκ πόθου, αἶνον δεκτόν, τῷ τοῦ γένους καυχήματι, τῇ Θεοτόκῳ γεραίροντες τὴν αὐτῆς, παρ' ἐλπίδα θείαν Σύλληψιν.

Ἐν παραδείσῳ ἡ Ἄννα, τὰ εὐαγγέλια, τοῦ παρ' ἐλπίδα πᾶσαν, ὑποδέχεται τόκου, τῆς μόνης Θεονύμφου, δηλοῦσα τρανῶς, ὡς τρυφήσεως κρείττονος, καὶ ἀπολαύσεως τύχοιμεν οἱ πιστῶς, τὸν καρπὸν αὐτῆς γεραίροντες.

Τῶν οὐρανίων χαρίτων, Πάτερ γευσάμενος, τῶν ἐπιγείων πάντων, ἀπεστράφης ἡδέων, τὴν μέθεξιν ἐνθέως· ὅθεν ἀεί, τῆς γλυκείας Πατάπιε, τῶν ἀγαθῶν τῶν ἐκεῖθεν κατατρυφῶν, ἀπολαύσεως, ἀνύμνεις Χριστόν.