Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 5 Δεκεμβρίου 2013

ΘΕΩΡΟΣ ΓΕΓΕΝΗΣΑΙ ΝΟΪ, ΝΟΕΡΩΝ ΔΥΝΑΜΕΩΝ

Θεωρὸς γεγένησαι νοΐ, νοερῶν δυνάμεων, ὡς πρακτικὸς θεῖα λόγια, διατιθέμενος, ἐν τῇ σῇ καρδίᾳ, ἐν ᾗ καὶ ἀνάβασιν, ὡς κλίμακα ἐστήριξας Ὅσιε, Σάββα Πατήρ ἡμῶν, καὶ πρεσβεύεις δωρηθῆναι ἡμῖν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Σάββα Ὁσιώτατε τὴν σήν, ἐκ παιδὸς ἀνέθηκας, ζωὴν Χριστῷ τῷ Θεῷ ἡμῶν, ὑφ' οὗ σθενούμενος, τῆς σαρκὸς τὰ πάθη, λογισμῷ ὑπέταξας, τὸ χεῖρον ὑποτάττων τῷ κρείττονι· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Θεόφρον Πατὴρ ἡμῶν φωστήρ, καθωράθης μέγιστος, φωταγωγῶν τὴν ὑφήλιον, θαυμάτων λάμψεσι, καὶ ἐνθέων ἔργων· ὅθεν μετὰ κοίμησιν, τὸ ἄδυτόν σε φῶς ὑπεδέξατο· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Ὅσιε Πάτερ, ἐκ βρέφους τὴν ἀρετὴν ἐπιμελῶς ἀσκήσας, ὄργανον γέγονας τοῦ ἁγίου Πνεύματος, καὶ παρ' αὐτοῦ λαβὼν τῶν θαυμάτων τὴν ἐνέργειαν, ἔπεισας τούς ἀνθρώπους καταφρονεῖν τῶν ἡδέων· νῦν δὲ τῷ θείῳ φωτί, καθαρώτερον ἐλλαμπόμενος, φώτισον καὶ ἡμῶν τὰς διανοίας, Σάββα Πατὴρ ἡμῶν.