Τετάρτη, 4 Δεκεμβρίου 2013

ΤΩ ΖΗΛΩ ΠΥΡΟΥΜΕΝΟΣ ΤΩΝ ΘΕΟΜΑΧΩΝ

Τῷ ζήλῳ πυρούμενος τῶν θεομάχων, αἱρέσεων ἅπασαν, κακόνοιαν ἀνέτρεψας, συντόνοις συγγράμμασι, λευκάνας πᾶσι τρανῶς, πάλαι τὰ σποράδην τοῖς σοφοῖς, ὦ Ἰωάννη, συγγεγραμμένα ἰσχνῶς.

Θερμῶς ἐστηλίτευσας τῶν δυσωνύμων, τροφίμων τοῦ Μάνεντος, τὴν βλάσφημον ἀσέβειαν, νοθεῦσαι πειραθεῖσαν, τὴν Ἐκκλησίαν Χριστοῦ, λόγοις τε καὶ δόγμασιν ὀρθοῖς, ὦ Ἰωάννη, οἷς περ συντέθεικας.