Τετάρτη, 4 Δεκεμβρίου 2013

... Ο ΓΗΝ ΚΑΤΑΛΗΨΕΣΘΑΙ ΚΑΙ ΕΞΑΛΕΙΨΕΙΝ ...

«Ἀντίθεον πρόσταγμα παρανομοῦντος, τυράννου μετάρσιον, τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος».

Ὁ γῆν καταλήψεσθαι καὶ ἐξαλείψειν, τὴν θάλασσαν Τύραννος, εἰκαίως φρυαττόμενος, ὡς παίγνιον πρόκειται, Βαρβάρας κόρης ποσί· τοῦτον ἐκνευρίσας γὰρ Χριστός, ὥσπερ στρουθίον σαθρὸν ἐδέσμευσε.

Πληγαῖς ἀφορήτοις σου καταξανθέντος, τοῦ σώματος ὅλου τε, βαφέντος ἐν αἱμάτων ῥοαῖς, λαμπάσιν ὑπέμεινας, φλογιζομένη πλευράς, Μάρτυς παναοίδιμε, Χριστῷ εὐχαριστοῦσα, Βαρβάρα ἔνδοξε.

Ὢ τῆς ἀπανθρώπου τε καὶ ἀναλγήτου, Τυράννων ὠμότητος, καὶ πλείστης ἀθεότητος! μαστοὺς γὰρ τῆς Μάρτυρος, ὡς ἐν μακέλλῳ δεινῶς, ξίφεσι κατέτεμνον, τὸν νοῦν προσερειδούσης τῷ ζωοδότῃ Χριστῷ.