Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 22 Δεκεμβρίου 2013

.... ΣΗΜΕΡΟΝ ΤΟ ΚΛΙΤΟΣ, ΤΩΝ ΘΕΙΩΝ ΠΑΤΕΡΩΝ

«Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι διώκτην Τύραννον, ὑπὸ γῆν ἔκρυψαν, τῶν σεσωσμένων οἱ Παῖδες·ἀλλ' ἡμεῖς ὡς αἱ νεάνιδες, τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γάρ δεδόξασται».
Φόβῳ σοι θανάτου, ἀνοίγονται πύλαι καὶ διαρρήσσονται, μοχλοὶ αἰώνιοι· τῇ γὰρ σεπτῇ σου καθόδῳ, ἐξανέστησαν οἱ πάλαι νεκροί, ἐν εὐφροσύνῃ ψάλλοντες, Χριστὲ τὴν σὴν Ἀνάστασιν.
Σήμερον τὸ κλίτος, τῶν θείων Πατέρων, Χριστοῦ τὴν Γέννησιν, προεορτάζει φαιδρῶς, καὶ ὑπογράφεται ταύτης, τὸ παράδοξον τῆς χάριτος· Ἀβραὰμ γὰρ σύμβολον, τοῦ νόμου καὶ οἱ Παῖδές εἰσιν.
Πάλαι δεξιοῦται, θεότητα μίαν, τὴν τρισυπόστατον, ὁ Ἱερὸς Ἀβραάμ· νῦν δὲ ὁ σύνθρονος Λόγος, τῷ Πατρὶ καὶ θείῳ Πνεύματι, τοῖς παισὶ προέρχεται, ἐνδόξως εὐφημούμενος.
Ἀβραὰμ ἐρρύσθη, χειρὸς ἐξ ἀδίκου, φλογὸς καμίνου δέ, οἱ θεῖοι Παῖδες ποτέ, καὶ Δανιὴλ ὁ Προφήτης, ἐκ θηρῶν καὶ λάκκου σέσωσται· διὸ νῦν τὴν Γέννησιν Χριστοῦ προεορτάζουσιν.
Ἀριθμῷ καὶ πίστει, τῆς θείας Τριάδος, τὴν ἀθεότητα καταστρεψάμενοι, ἐν τῇ καμίνῳ οἱ Παῖδες, ἐν συμβόλοις τὰ ἐσόμενα, τοῦ Θεοῦ μυστήρια, τῷ κόσμῳ προϋπέφηναν.
Κεχαριτωμένη, ἀνύμφευτε Μήτηρ Παρθένε ἄφθορε, σὲ μακαρίζομεν· τοῦ Ἀβραὰμ γὰρ ἐκ γένους, καὶ φυλῆς Δαυΐδ ἐξήνθησας, τὸν Χριστὸν δὲ τέτοκας, Προφήταις κηρυχθέντα τὸ πρίν.
Χριστὸν σαρκὶ νηπιάσαντα, Χριστὸν ἐθελουσίως πτωχεύσαντα, Χριστὸν ὁρατὸν γενόμενον, ἔρχεται ἡ Παρθένος ἐν Βηθλεέμ, νῦν ἀποκυῆσαι, οὐρανός τε καὶ ἡ γῆ ἀγαλλιάσθωσαν.
Βουνοὶ καὶ ὄρη σκιρτήσατε, Προφῆται θεηγόροι χορεύσατε· Λαοὶ καὶ Ἔθνη κροτήσατε· πάντων ἡ σωτηρία, ὁ φωτισμός, ἤγγικεν ἐπέστη, ἐν τῇ πόλει Βηθλεὲμ ἀποτικτόμενος.
Πτωχὸς ὁ πλούσιος γίνεται, πτωχίζων τοὺς κακίᾳ πλουτίζοντας· βροτὸς ὁ Θεὸς γνωρίζεται, Κόρης ἀπειρογάμου, δίχα τροπῆς, πάντες ἐν αἰνέσει, ἀνυμνήσωμεν αὐτόν, ὅτι δεδόξασται.
«Χριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε· Χριστὸς ἐπὶ γῆς, ὑψώθητε· ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται».
«Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ κτίσις κατιδοῦσα, ἐν τῷ κρανίῳ κρεμάμενον, θαμβητικῶς συνείχετο. Οὐκ ἔστιν Ἅγιος, πλήν σου Κύριε κραυγάζουσα».
Τάφῳ τριημερεύσας, ἀνέστησας ζωαρχικῇ ἐγέρσει, θανόντας τοὺς ἀπ' αἰῶνος, καὶ καταδίκης λυόμενοι, χαρμονικῶς ἠγάλλοντο· ἰδοὺ ἡ λύτρωσις, ἦλθες Κύριε κραυγάζοντες.
Τὴν κατ' εἰκόνα δόξαν, καὶ καθ' ὁμοίωσιν Θεοῦ φρονοῦντες Παῖδες, χρυσῆς εἰκόνος φλόγα, ἐν τῷ πυρὶ τῷ τοῦ Πνεύματος, ἀθλητικῶς κατέσβεσαν, ἐν πίστει ψάλλοντες· Πλήν σου Κύριον οὐκ οἴδαμεν.
Σοφίας τῷ περιόντι, καὶ Πνεύματος τῇ δυνάμει οἱ Παῖδες, τοὺς σοφοὺς Βαβυλῶνος, αἰχμαλωτεύσαντες ᾔσχυναν, καὶ θαρσαλέως ἔκραζον· Οὐκ ἔστιν Ἅγιος, πλὴν σου Κύριε φιλάνθρωπε.
Χαίρει καὶ συγχορεύει, τοῖς Παισὶ καὶ Προφήταις ὁ νόμος, καὶ προσκιρτᾷ τοῦ Κυρίου, τὴν θείαν ἔλλαμψιν σήμερον, καὶ Ἀβραὰμ ἀγάλλεται, ὅτι ἐκ σπέρματος αὐτοῦ, εἶδε Κύριον σαρκούμενον.
Ἡ σύλληψις ἄνευ πάθους, ἡ πρόσληψις ὑπὲρ λόγον καὶ φύσιν, τοῦ τόκου σου προῆλθε· τὸ γὰρ Προφήταις θρυλλούμενον, ὑπερφυῶς Μυστήριον, ἡμῖν ἐπέφανε, Λόγος τοῦ Θεοῦ ὑπάρχων Κύριος.
Ὁ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθεὶς ὑπὲρ ἔννοιαν, ἐκ τῆς Παρθένου ἐπ' ἐσχάτων, ἐσαρκώθη ὡς οἶδεν, αὐτὸς θέλων τὸ ἀνθρώπινον, ἀνακαινίσαι φθαρὲν πονηροῦ, συμβουλίᾳ ὄφεως.
Ὁ ἐν τοῖς ὑψίστοις, συνεδρεύων Πατρὶ καὶ τῷ Πνεύματι, ταπεινωθεῖσαν τῶν ἀνθρώπων, θεωρήσας τὴν φύσιν, Υἱὸς τοῦ Θεοῦ ὁ ἄναρχος, ἀρχὴν λαμβάνει καὶ μέλλει σαρκί. τίκτεσθαι ὡς ἄνθρωπος.
Ἡ Ἁγιωτέρα, τῶν Ἀγγέλων καὶ πάσης τῆς κτίσεως, βουλῆς μεγάλης τῆς πατρῴας, νῦν τὸν Ἄγγελον τίκτει, σαρκὶ πάντων εἰς ἀνάκλησιν, μελῳδούντων ἀπαύστως αὐτῷ, Ἅγιος εἶ Κύριε.
«Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε».