Κυριακή, 1 Δεκεμβρίου 2013

Ο ΥΠΕΡΥΨΟΥΜΕΝΟΣ ΤΩΝ ΠΑΤΕΡΩΝ ΚΥΡΙΟΣ

«Ὁ ὑπερυψούμενος τῶν Πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς Παῖδας ἐδρόσισε, συμφώνως μελῳδοῦντας· ὁ Θεὸς εὐλογητὸς εἶ».

Ὡς θεοπτικώτατον, τὸν Προφήτην ἔχοντες, χορείας ἐξάρχοντα, σεπτῶς ἑορτάζομεν, ἐνθέως μελῳδοῦντες· ὁ Θεὸς εὐλογητὸς εἶ.

Σὲ πνευματοκίνητον, ἐπιγνόντες ὄργανον, καὶ λύραν θεόπνευστον, καλοῦμεν συλλήπτορα, τῶν ὕμνων μελῳδοῦντες· ὁ Θεὸς εὐλογητὸς εἶ.

Ἔστεψὲ σε Κύριος, ὡς Προφήτην ἔνθεον, καὶ χάριν σοι δέδωκε, προλέγειν τὰ μέλλοντα, ᾧ πάντες μελῳδοῦμεν· ὁ Θεὸς εὐλογητὸς εἶ.