Τετάρτη, 18 Δεκεμβρίου 2013

ΕΝ ΚΑΜΙΝΩ ΠΑΙΔΕΣ

«Ἐν καμίνῳ Παῖδες, Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Νεκρωθῆναι κόσμῳ βουληθείς, καὶ τοῖς ἐν κόσμῳ πᾶσι, τῆς ὄντως κατηξιώθης, Ἀεισέβαστε ζωῆς, βοῶν προθυμότατα· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἔθεντό σε ἄνομοι δεινῶς, ἐν λάκκῳ κατωτάτῳ, χωννύντες καὶ θανατοῦντες, ἀναμέλποντα τρανῶς, ἀοίδιμε Κάστουλε· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Μακαρίας ἔτυχες ζωῆς, ὡς ἐπώνυμος ταύτης· πνιγμῷ γὰρ βιαιοτάτῳ, τὴν ἐπίκηρον ζωήν, κατέλιπες μέλπουσα· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.