Τρίτη, 3 Δεκεμβρίου 2013

ΣΥΝ ΑΣΩΜΑΤΟΙΣ ΤΑΞΕΣΙ, ΠΑΡΕΣΤΩΣ ΕΝ ΥΨΙΣΤΟΙΣ, ΤΗ ΑΠΡΟΣΙΤΩ

Σὺν ἀσωμάτοις τάξεσι, παρεστὼς ἐν ὑψίστοις, τῇ ἀπροσίτῳ Πάνσοφε, ἐν Τριάδι ἀμέσως, καὶ ἀστραπαῖς ταῖς ἐκεῖθεν, ἐλλαμπόμενος νέμοις, φῶς νοητὸν πρεσβείαις σου, τοῖς ἐκ πόθου τελοῦσι, σοῦ τὴν σεπτήν, καὶ φαιδρὰν πανήγυριν, καὶ σὲ μάκαρ, τοῖς ὕμνοις καταστέφουσι, Σοφονία Προφῆτα.