Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 2 Δεκεμβρίου 2013

ΑΒΒΑΚΟΥΜ Ο ΘΑΥΜΑΣΙΟΣ, ΤΗΝ ΑΚΤΙΝΑ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ

Ἀββακοὺμ ὁ θαυμάσιος, τὴν ἀκτῖνα τοῦ Πνεύματος, δεδεγμένος γέγονεν, ὅλος ἔνθεος· καὶ τῶν κριτῶν τὴν ἀσέβειαν, καὶ κρίσιν τὴν ἄδικον, θεωρῶν ἀγανακτεῖ, τήν τῆς γνώμης εὐθύτητα, ἐνδεικνύμενος, τοῦ Θεοῦ καὶ Δεσπότου φιλοθέως, καὶ θερμῇ τῇ διανοίᾳ, ὡς δυσχεραίνων καθάπτεται.

Ἐπὶ θείας ἱστάμενος, φυλακῆς ὁ σεβάσμιος, Ἀββακοὺμ ἀκήκοε τὸ μυστήριον, τῆς πρὸς ἡμᾶς παρουσίας σου, Χριστὲ τὸ ἀπόρρητον, καὶ τὸ κήρυγμα τὸ σόν, προφητεύει σαφέστατα, προορώμενος, τοὺς σοφοὺς Ἀποστόλους ὥσπερ ἵππους, τῶν Ἐθνῶν τῶν πολυσπόρων, διαταράσσοντας θάλασσαν.

Ἐν Κυρίῳ γηθόμενος, ἐν Θεῷ τῷ Σωτῆρί σου, θεορρῆμον ἔνδοξε ἀγαλλόμενος, καὶ τῆς ἐκεῖθεν λαμπρότητος, τὴν αἴγλην δεχόμενος, καὶ φωτὶ θεουργικῷ, νοερῶς φωτιζόμενος, τοὺς τὴν μνήμην σου, τὴν πανίερον πίστει ἐκτελοῦντας, πειρασμῶν τε καὶ κινδύνων, ταῖς σαῖς πρεσβείαις ἐξάρπασον.