Σάββατο, 7 Δεκεμβρίου 2013

ΛΑΒΩΝ ΤΟΥ ΛΟΓΟΥ ΣΟΦΕ, ΤΟ ΤΑΛΑΝΤΟΝ ΩΣ ΘΕΡΑΠΩΝ ΠΙΣΤΟΣ

Λαβὼν τοῦ λόγου σοφέ, τὸ τάλαντον ὡς θεράπων πιστός, καὶ τῇ τραπέζῃ προθείς, ἐπολλαπλασίασας, καὶ τοῦτο προσήγαγες, καθαρὸν σὺν τόκῳ τῷ Δεσπότῃ σου Ἀμβρόσιε.

Ἐλάμπρυνας τὴν στολήν, τὴν ἱερὰν ἐν τοῖς πόνοις σου, καὶ ἀνεδείχθης ποιμήν, ποίμνης λογικῆς Σοφέ, ἣν τῇ βακτηρίᾳ σου, τῆς διδασκαλίας εἰς μονὰς ἐλαύνεις πίστεως.

Ὁ ζῆλός σου Ἠλιού, ζῆλον μιμεῖται Μακάριε· βασιλέα γὰρ πιστόν, χρανθέντα τοῖς αἵμασιν, ἐλέγξας ἀπήλασας, θείων περιβόλων, τὸ αἰδέσιμον φυλάττων Θεοῦ.