Δευτέρα, 9 Δεκεμβρίου 2013

ΤΗΣ ΑΠΑΙΔΙΑΣ ΟΝΕΙΔΟΣ ΦΥΓΕΙΝ

Τῆς ἀπαιδίας ὄνειδος φυγεῖν, ἱκέτευεν, Ἄννα τὸν Δεσπότην τοῦ παντός, καὶ τῆς αὐτῆς ὁ συμπαθὴς φωνῆς ἀκούσας, τὴν αὐτὸν κυήσασαν, καρπὸν παρέσχεν αὐτῇ, καθὼς ηὐδόκησεν.

Βασιλικὴ πορφύρα ἐν τῇ σῇ, ἀπάρχεται, Ἄννα ἐξυφαίνεσθαι γαστρί· ἣν ὁ Θεὸς καὶ Βασιλεὺς πάντων φορέσας, τοῖς βροτοῖς ὀφθήσεται, καὶ ταπεινώσει ἐχθρούς, τοὺς πολεμοῦντας ἡμᾶς.

Τὸ μύρον τὸ εὐῶδες ἐν γαστρί, συνέλαβες, Ἄννα τὴν τὸ μύρον τῆς ζωῆς, ὑπερφυῶς, εἰσδεξαμένην τὸν Δεσπότην, τὸν πνοαῖς τῆς χάριτος, τὰς διανοίας ἡμῶν εὐωδιάσαντα.