Κυριακή, 29 Δεκεμβρίου 2013

ΤΩΝ ΑΝΩ ΚΑΙ ΤΩΝ ΚΑΤΩ ΝΥΝ ΟΜΟΥ ΕΥΦΡΑΙΝΟΜΕΝΩΝ, ΕΝ ΤΗ ΕΠΙΦΑΝΕΙΑ

Τῶν ἄνω καὶ τῶν κάτω νῦν ὁμοῦ εὐφραινομένων, ἐν τῇ ἐπιφανείᾳ τοῦ πάντων Βασιλέως, Ἡρῴδης μόνος συναλγεῖ, σὺν τοῖς προφητοκτόνοις Ἰουδαίοις· εἰκὸς γὰρ μόνους αὐτοὺς ὀδύρεσθαι· οὐ γὰρ ἀπὸ τοῦ νῦν βασιλεύσουσιν, ἀλλ' ἡ βασιλεία τοῦ Κυρίου, καὶ ἔτι κρατήσει, τὰ θράση τῶν ἐχθρῶν ἀποκρουομένη, καὶ τὰ πλήθη τῶν πιστῶν συγκαλουμένη, μετὰ τῶν σεπτῶν Νηπίων τοῦ κατοπτεύειν, τὸν ἐν τῇ φάτνῃ ὡς Νήπιον κείμενον.