Τετάρτη, 4 Δεκεμβρίου 2013

ΚΑΜΙΝΟΣ ΠΟΤΕ, ΠΥΡΟΣ ΕΝ ΒΑΒΥΛΩΝΙ

«Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι, τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον».

Ὤφθη σοι Χριστός, φωτὶ ἐν ἀπροσίτῳ, ἐγκαθειργμένη ὦ Βαρβάρα, φρουρᾷ, θαρρεῖν προτρεπόμενος, καὶ τοὺς μώλωπας ἰώμενος, καὶ χαρμονὴν δωρούμενος· ὅθεν ἀνεπτερώθης, τοῦ σοῦ Νυμφίου τῷ ἔρωτι.

Ἄγγελος φαιδρός, στολὴν φωτοειδῆ σε, διὰ Χριστὸν γεγυμνωμένην, σεμνὴ Βαρβάρα ἠμφίασε, καὶ ὡς νύμφην περιήγαγε· τὰ πάθη τῇ ἐσθῆτι γάρ, Μάρτυς συνεξεδύσω, θείαν ἐκστᾶσα ἀλλοίωσιν.

Δέδεικται σαφῶς, Χριστὲ ἡ πρόρρησίς σου, πεπληρωμένη· πατὴρ τέκνον γάρ, εἰς φόνον προδίδωσιν, αὐτουργός τε τῆς σφαγῆς γεγονώς, ὁ δείλαιος γεννήτωρ, τῆς σῆς Μάρτυρος, οὐρανίῳ· ὅθεν πυρὶ κατηνάλωται.