Δευτέρα, 9 Δεκεμβρίου 2013

ΕΝ ΤΗ ΚΑΜΙΝΩ, ΑΒΡΑΜΙΑΙΟΙ ΠΑΙΔΕΣ

«Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε».

Δροσοβόλος μέν, ἡ καμινιαία φλὸξ ἐδείχθη ποτέ· νῦν δέ, ἐξ ἐλαίου χρῖσμα πνευματικόν, ἁγιάζει τοὺς κραυγάζοντας· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Ὡς ἐν καμίνῳ, τῇ θεοδόχῳ ταύτῃ, νέᾳ σκηνῇ, πάντες, οἱ ἐξ Ἰσραήλ του πνευματικοῦ, δροσιζόμενοι βοήσωμεν· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Οἱ τετρωμένοι, τῷ γλυκυτάτῳ θείῳ ἔρωτι, δεῦτε, ἐν παστάδι ταύτῃ τῇ μυστικῇ, συναφθῶμεν τῷ νυμφίῳ Χριστῷ· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου κράζοντες.