Κυριακή, 22 Δεκεμβρίου 2013

ΕΛΑΜΨΑΣ ΜΑΡΤΥΣ ΤΟΥ ΧΡΙΣΤΟΥ

Ἰδοὺ ἐγγίζει Παρθένος, ἀποτεκεῖν ἐν Σπηλαίῳ, τὸν Βασιλέα τοῦ παντός, σάρκα ἀνειληφότα, ὃν ὡμολόγησε στερρῶς, ἀθλοῦσα ἡ ἔνδοξος, λαμπρότατα, Μάρτυς Ἀναστασία, καὶ νικῶσα τὸν ἀόρατον ἐχθρόν.

Ὡραιωθεῖσα τοῖς πόνοις, ὑπὲρ ἠλίου ἀκτῖνας, ἔλαμψας Μάρτυς τοῦ Χριστοῦ, καὶ φωτίζεις τὸν κόσμον, ἄθλων μεγάλων τῷ φωτί, θαυμάτων τε χάρισιν, ἐντεῦθέν σε, πίστει Ἀναστασία, εὐφημοῦμεν μελῳδίαις ἱεραῖς.

Σὲ τὴν ὡραίαν τρυγόνα, καὶ ἀηδόνα τιμίαν, καὶ παγκαλῆ περιστεράν, χρυσαυγιζούσας Μάρτυς, πτέρυγας ἔχουσαν πιστῶς, ἀεὶ μακαρίζομεν, τελοῦντές σου, τὴν πανέορτον μνήμην, ἐν ᾗ λύσιν πᾶσιν αἴτησαι δεινῶν.

Ἧς νῦν ἐπέτυχες δόξης, ἐπιτυχεῖν ἡμᾶς πάντας, ἀεὶ δυσώπει τὸν Χριστόν, Μάρτυς Ἀναστασία, τοὺς τὴν σεπτήν σου ἑορτήν, σεπτῶς ἑορτάζοντας, καὶ πίστει σου, προσκυνοῦντας τὴν θήκην, τῶν λειψάνων ὡς πηγὴν ἁγιασμοῦ.