Δευτέρα, 9 Δεκεμβρίου 2013

ΔΑΥΪΔ ΗΝ ΠΡΟΕΦΗΣΕ

Δαυΐδ ἣν προέφησε, Βασίλισσαν ἰδού, γαστρὶ ὑποδέχομαι, ἡ Ἄννα ἐκβοᾷ, καὶ τέξω τὴν πάντων προστασίαν πιστῶν, τὴν τὸν Βασιλέα, Χριστὸν μέλλουσαν τίκτειν.

Ἡ γῆ ἣν κατῴκησεν, ὁ γῆς Δημιουργός, τὸ Σκῆπτρον τὸ ἅγιον, ἡ νέα Κιβωτός, ἡ Στάμνος τοῦ Μάννα, ἐν νηδὺϊ μητρός, τῆς αὐτὴν τεκούσης, ἀπάρχεται βλαστάνειν.

Ἡ Βάτος ἡ ἄφλεκτος, Λυχνία ἡ χρυσῆ, ὁ ἔμψυχος θάλαμος, Κυρίου τοῦ Θεοῦ, ἡ ἔντιμος Ῥάβδος, ἐν γαστρὶ τῆς μητρός, τῆς αὐτὴν τεκούσης, ἀπάρχεται βλαστάνειν.