Σάββατο, 21 Δεκεμβρίου 2013

ΟΥΤΟΣ Ο ΘΕΟΣ ΗΜΩΝ

Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος, πρὸς αὐτὸν ἀνακέκραγε, Προφήτης ἐν πνεύματι· ὁδὸν γὰρ ἐξεῦρε, πᾶσαν ἐπιστήμης, μετὰ δὲ ταῦτα τοῖς βροτοῖς, σάρκα φορέσας ὁμοιωθήσεται· Παρθένου γὰρ θεόπαιδος, ἀποτεχθῆναι ἐπείγεται, προσιτὸς μοι γενόμενος, ὁ τῇ φύσει ἀπρόσιτος.

Θημωνία ἅλωνος, ἡ σὴ κοιλία Πανάμωμε, Θεοτόκε γνωρίζεται, στάχυν ἐγεώργητον, ὑπὲρ νοῦν καὶ λόγον, φέρουσα ἀφράστως· ὃν ἐν Σπηλαίῳ Βηθλεέμ, ἀποκυήσεις τήν κτίσιν ἅπασαν, ταὶς θείαις ἐπιγνώσεσι, μέλλοντα θρέψειν ἐν χάριτι, καὶ λιμοῦ τὸ ἀνθρώπινον, ψυχοφθόρου λυτρώσεσθαι.

Δάμαλις ἡ ἄμωμος, τὸν σιτευτὸν Μόσχον φέρουσα, ἐν κοιλίᾳ προέρχεται, εἰς ἅγιον Σπήλαιον, παραδόξῳ λόγῳ, τοῦτον ἀποτέξαι, καὶ σπαργανῶσαι ὡς βροτόν, καὶ ἀνακλῖναι φάτνῃ ὡς νήπιον. Ἡ κτίσις προεόρταζε, χαρμονικῶς μεγαλύνουσα, τὸν τοιαῦτα παράδοξα, ἐπὶ γῆς ἐργαζόμενον.