Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 18 Δεκεμβρίου 2013

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΣΕΒΑΣΤΙΑΝΟΥ

Τῌ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΔΕΚΕΜΒΡΙΟΥ

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σεβαστιανοῦ, καὶ τῶν σὺν αὐτῷ.
Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σεβαστιανοῦ καὶ τῶν σὺν αὐτῷ Ζωῆς, Τραγκυλίνου, Νικοστράτου, Κλαυδίου, Κάστορος, Τιβουρτίου, Καστούλου, Μαρκελλίνου καὶ Μάρκου.

Σεβαστιανὸς τῶν πλάνης σεβασμάτων
Καταφρονήσας τύπτεται τὸ σαρκίον.
Ὀγδοάτῃ δεκάτῃ Σεβαστιανὸς ῥοπαλίσθη.
Ζωὴ πρὸς ὕψος ἐκ κεφαλῆς ἠρμένη,
Καπνῷ δυσώδει λαμβάνει ζωῆς τέλος.
Ναί, βάλλετε σφοδρῶς με συχνοῖς τοῖς λίθοις,
Ἐκ καρδίας ἔκραζεν ὁ Τραγκυλῖνος.
Καὶ τοὺς περὶ Κλαύδιον ὧδε τακτέον.
Οὕς, κἄν βυθὸς συνέσχεν, οὐρανὸς φέρει.
Τιβουρτίου τέμνουσι τὴν θείαν κάραν,
Σύ μου Θεὸς κράζοντος, ὦ Θεοῦ Λόγε.
Κάστουλον εἷλκον εἰς ἀπωλείας βόθρον.
Ὡς δ' οὐχ ὑπεῖξε, γῆς ἐνεβλήθη βόθρῳ.
Ἐχθρῶν παγέντες, οἷα λόγχαι, καρδίας,
Νύττεσθε λόγχαις, Μάρκε καὶ Μαρκελλῖνε.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐβιότου.

Ἤθλησεν Εὐβίοτος ἄχρις αἱμάτων,
Βίου δὲ τέρμα εὗρε χωρὶς αἱμάτων.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Φλώρου, Ἐπισκόπου Ἀμινσοῦ.

Εἴκων ὁ Φλῶρος τῇ πάλαι κατακρίσει,
Εἰς γῆν ἀπῆλθε· γῆ γὰρ ἦν, καὶ τὶ ξένον;

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ἁγίων Μαρτύρων Φωκᾶ καὶ Ἑρμύλου, διὰ ξίφους τελειωθέντων.

Ἔγωγε τμηθῶ πρῶτον, Ἕρμυλος λέγει.
Οὔ, φησὶ Φωκᾶς, ἀλλ' ὁ Φωκᾶς Ἕρμυλε.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ζακχαίου διακόνου, καὶ Ἀλφειοῦ ἀναγνώστου, ἀθλησάντων ἐν Καισαρείᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῆς Ἁγίας καὶ θαυματουργοῦ Σοφίας καὶ τὰ Ἐγκαίνια τοῦ σεβασμίου Οἴκου τῆς Ὑπεραγίας Θεοτόκου, ἐν τοῖς Χαλκοπρατείοις.

Καὶ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μιχαὴλ Συγκέλλου, τοῦ Ὁμολογητοῦ.

Οὐκ, εἰ τελευτᾷς Μιχαήλ, τοῦτο ξένον·
Ἀλλ' εἰ θανὼν ζῇς, ὥς περ οὖν ζῇς ἀξίως.

Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.