Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 7 Δεκεμβρίου 2013

ΗΓΕΜΟΝΙΑ ΤΟΝ ΘΡΟΝΟΝ, ΚΑΤΑΚΟΣΜΩΝ

Ἡγεμονίας τὸν θρόνον, κατακοσμῶν ἀρεταῖς, ἐξ ἐπιπνοίας θείας, τὸν τῆς ἱεραρχίας, προσφόρως ἐκομίσω· ὅθεν πιστός, οἰκονόμος τῆς χάριτος, ἐν ἀμφοτέροις, Ἀμβρόσιε γεγονώς, διπλοῦν στέφανον κεκλήρωσαι.

Ἐν ἐγκρατείᾳ καὶ πόνοις, καὶ ἀγρυπνίαις πολλαῖς, καὶ προσευχαῖς συντόνοις, τὴν ψυχὴν καὶ τὸ σῶμα, ἐκάθηρας θεόφρον, σκεῦος λοιπόν, ἐκλογῆς τῷ Θεῷ ἡμῶν, τοῖς Ἀποστόλοις ὡσαύτως ἀναδειχθείς, ὑπεδέξω τὰ χαρίσματα.

Τὸν εὐσεβῆ Βασιλέα, ἡμαρτηκότα ποτέ, ὡς τὸν Δαυΐδ ὁ Νάθαν, παρρησίᾳ ἐλέγξας, Ἀμβρόσιε παμμάκαρ, τοῦτον σαφῶς, ἀφορισμῷ καθυπέβαλες, καὶ μετανοίᾳ παιδεύσας θεοπρεπῶς, συνηρίθμησας τῇ Ποίμνῃ σου.

Ὅσιε Πάτερ, Ἱερώτατε Ἀμβρόσιε, ἡ Λύρα φωνοῦσα, μέλος σωτήριον, δογμάτων ὀρθοδόξων πᾶσιν ἡμῖν, ἡ καταθέλγουσα πιστῶν τὰς ψυχάς, εὔηχος Κιθάρα τοῦ θείου Παρακλήτου, τὸ μέγα Ὄργανον τοῦ Θεοῦ, ἡ ἀξιέπαινος Σάλπιγξ τῆς Ἐκκλησίας, διειδεστάτη τε Πηγὴ τῶν χαρισμάτων, ἐναποπλύνουσα ῥύπον τῶν παθημάτων, Χριστόν ἱκέτευε, Χριστὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ Ἐκκλησίᾳ, ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος.

Ὅσιε Πάτερ, παμμακάριστε Ἀμβρόσιε, Συνόδου θεοφόρων, μέσον Πατέρων ὀφθείς, ἐν δύο ταῖς οὐσίαις ἕνα Υἱόν, σάρκα γενόμενον κηρύττεις τρανῶς, ἐξ ἀπειρογάμου ὑμῖν ἐπιφανέντα, τὸν ὁμοούσιον τῷ Πατρί, καὶ συναΐδιον τούτου καὶ συμφυῆ· ὅθεν τὴν βλάσφημον Ἀρείου γλωσσαλγίαν, ἐναπεμώρανας, τοῦ Πνεύματος δυνάμει, Χριστόν ἱκέτευε, Χριστὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ Ἐκκλησίᾳ, ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος.

Ὅσιε Πάτερ, ἀξιάγαστε Ἀμβρόσιε, εὑροῦσα ὡς ἐπόθει, τὴν καθαράν σου ψυχήν, τοῦ Πνεύματος ἡ χάρις τοῦ Παναγίου, ἐν σοὶ ἐσκήνωσεν ὡς ἄδυτον φῶς, οὗ τῇ ἐνεργείᾳ, τὰ πνεύματα τῆς πλάνης, ἀποδιώκεις διαπαντός, καὶ θεραπεύεις τὰς νόσους καὶ μαλακίας, τῶν προσιόντων σοι ἁπλότητι καρδίας, καὶ ἐκτελούντων σου, τὴν μνήμην τὴν φωσφόρον Χριστὸν ἱκέτευε, Χριστὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ Ἐκκλησίᾳ, ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος.