Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 22 Δεκεμβρίου 2013

ΑΝΑΣΤΑΣΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΤΗΣ ΦΑΡΜΑΚΟΛΥΤΡΙΑΣ

Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΔΕΚΕΜΒΡΙΟΥ

Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Ἀναστασίας τῆς Φαρμακολυτρίας.

Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας μεγαλομάρτυρος Ἀναστασίας, τῆς Φαρμακολυτρίας.

Ἀναστασία φάρμακον πιστοῖς μέγα,
Πᾶν φάρμακον λύουσα, καὶ κεκαυμένη.
Καύθη Ἀναστασία πυρὶ δευτέρᾳ εἰκάδι λαύρῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Χρυσογόνου.

Δίδωσι Χρυσόγονος αὐχένα ξίφει,
Ὁ πνεῦμα χρυσοῦς, χάλκεος δὲ τὸ σθένος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδότης καὶ τῶν τέκνων αὐτῆς.

Ἡ Θεοδότη πῦρ φέρει σὺν φιλτάτοις,
Φίλτρῳ Θεοῦ ζέουσα, καὶ πυρὸς πλέον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου Μάρτυρος Ζωΐλου.

Ζωὴν ῥέουσαν ἐκλιπὼν ὁ Ζωΐλος
Ζωὴν μένουσαν εὗρεν ἐν ζώντων τόπῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Τὰ θυρανοίξια τῆς τοῦ Θεοῦ μεγάλης Ἐκκλησίας.

Αἴρουσιν ἄνδρες ἱεροὶ Χριστοῦ πύλας
Τοὺς Δαυῒδ ἡμῖν ἐκτυπούμενοι νόας.

Τῇ αὐτῇ ἡμέρᾳ, Τὸ φωτοδρόμιον τῆς τοῦ Θεοῦ Ἐκκλησίας.

Τρέχοντα φῶτα σήμερον Ναοῦ κύκλῳ,
Δηλοῦσι φωτὸς εἰς τὸ πᾶν θείου δρόμον.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.