Πέμπτη, 12 Δεκεμβρίου 2013

ΣΕ ΕΞ ΑΛΟΓΟΥ ΠΟΙΜΝΗΣ, ΜΕΤΗΓΑΓΕΝ ΕΙΣ ΛΟΓΙΚΗΝ

Σὲ ἐξ ἀλόγου ποίμνης, μετήγαγεν εἰς λογικήν, τὸ Πνεῦμα πνευματοφόρε, ὡς τὸν Μωσέα καὶ Δαυΐδ, ὧν ἐμιμήσω τὸ πρᾶον, Σπυρίδων φῶς οἰκουμένης.

Ἐδόξασεν ἐν θαύμασι, καὶ ἐν τέρασι πλείστοις, ὁ Κύριος μακάριε· ἐν γὰρ θείᾳ Συνόδῳ, Τριάδα ἀνεκήρυξας, καὶ νεκροὺς ἀνέστησας, τὸν ὄφιν χρυσοῦν εἰργάσω, ποταμοῦ δὲ τὸ ῥεῖθρον, παραδόξοις προσευχαῖς, ἀνέστειλας καὶ διῆλθες.