Παρασκευή, 20 Δεκεμβρίου 2013

ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΙΓΝΑΤΙΟΥ ΤΟΥ ΘΕΟΦΟΡΟΥ ΚΑΙ ΠΡΟΕΡΤΙΑ ΤΩΝ ΓΕΝΕΘΛΙΩΝ ΤΟΥ ΣΩΤΗΡΟΣ ΗΜΩΝ

Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΔΕΚΕΜΒΡΙΟΥ

Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος, Ἰγνατίου τοῦ Θεοφόρου καὶ Προὲορτια τῶν Γενεθλίων τοῦ Σωτῆρος ἡμῶν.
Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰγνατίου τοῦ Θεοφόρου.

Λέουσιν, Ἰγνάτιε, δεῖπνον προὐτέθης,
Κοινωνὲ δείπνου μυστικοῦ, θάρσους λέον.
Εἰκάδι Ἰγνάτιος θάνε γαμφηλῇσι λεόντων.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Φιλογονίου, γενομένου ἀπὸ Δικολόγου Ἐπισκόπου Ἀντιοχείας.

Φιλογόνιος ἐντολεὺς λείπει βίον,
Δραμὼν ἀρίστην ἐντολῶν Θεοῦ τρίβον.

Ὁ ἅγιος νεομάρτυς Ἰωάννης ὁ καταγόμενος ἐκ τῆς νήσου Θάσου καὶ ἐν Κωνσταντινοπόλει μαρτυρήσας κατὰ τὸ 1652, ξίφει τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.