Σάββατο, 14 Δεκεμβρίου 2013

ΕΚ ΦΛΟΓΟΣ ΤΟΙΣ ΟΣΙΟΙΣ ΔΡΟΣΟΝ ΕΠΗΓΑΣΑΣ

«Ἐκ φλογὸς τοῖς ὁσίοις δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».

Θυρεῷ εὐσεβείας περισκεπόμενοι, καὶ Σταυρὸν ὥσπερ δόρυ ἀναλαβόμενοι, φάλαγγας ἐχθρῶν, ἀοράτων ἐκόψατε, Μάρτυρες ἐνθέως, Χριστὸν ὑπερυψοῦντες.

Ἐκκαιόμενος φίλτρῳ τοῦ Παντοκράτορος, ὑπεισῆλθες ἀνδρείως, Μαρτύρων στάδιον, καὶ καρτερικῶς, ἐναθλήσας κατέρραξας, δράκοντα τὸν μέγαν, Φιλῆμον ἀθλοφόρε.

Ὑποβρύχιον δείξας ἐχθροῦ τὴν δύναμιν, τῷ βυθῷ τῆς ἀνδρείας καὶ καρτερίας σου, ὦ Ἀρριανέ, Βασιλείας ἠξίωσαι, ἀπαρασαλεύτου, εἰς πάντας τοὺς αἰῶνας.