Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 14 Δεκεμβρίου 2013

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ

Τῌ ΙΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΔΕΚΕΜΒΡΙΟΥ

Μνήμη τῶν Ἁγίων Μαρτύρων, Θύρσου, Λευκίου, Καλλινίκου, Φιλήμονος, Ἀπολλωνίου, Ἀρριανοῦ καὶ τῶν σὺν αὐτῷ.
Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Ἄθλησις τῶν Ἁγίων Μαρτύρων, Θύρσου, Λευκίου καὶ Καλλινίκου.
Οὐ δένδρινόν σε, Θύρσε, θύρσον ὁ πρίων,
Πρὸ τῆς τελευτῆς εὗρεν, ὡς ῥᾷστα πρῖσαι.
Ὁ πνεῦμα λευκὸς Λεύκιος, τμηθεὶς ξίφει,
Τὸ σῶμα βάπτει φοινικοῦν ἐξ αἱμάτων.
Ὁ Καλλίνικος, ἐκκοπεὶς τὸν αὐχένα,
Ὑπῆρξε Καλλίνικος ἐκ τῶν πραγμάτων.
Πρῖσιν ἀλύξας, Θύρσε, θάνες δεκάτῃ γε τετάρτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ἁγίων Μαρτύρων, Φιλήμονος, Ἀπολλωνίου, Ἀρριανοῦ καὶ τῶν σὺν αὐτοῖς .
Ἔτερπεν αὐλοῖς πρὶν Φιλήμων τοὺς φίλους,
Τανῦν δὲ τμηθείς, τέρπεται τέρψιν ξένην.
Ἀπολλώνιον, υἱὸν Ὑψίστου θέσει,
Κτείνουσι υἱοὶ τῆς ἀπωλείας ξίφει.
Τὸν Ἀρριανὸν ἐργάται πονηρίας.
Ἔργον θαλάσσης δεικνύουσιν ἀφρόνως.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν τεσσάρων Προτικτόρων, τῶν συναθλησάντων τῷ Ἁγίῳ Ἀρριανῷ.
Βάπτισμα πόντος τοῖς Προτίκτορσι ξένον,
Φοροῦσι σάκκους, ὡς στολὰς ἐμφωτίους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς μετὰ φιλανθρωπίας ἐπενεχθείσης ἡμῖν φοβερᾶς ἀπειλῆς τοῦ σεισμοῦ, ἧς παρ' ἐλπίδα πᾶσαν ἐλυτρώσατο ἡμᾶς ὁ Φιλάνθρωπος Κύριος.
Ἔσεισας, ἀλλ' ἔστησας αὖθις γῆν Λόγε.
Τῆς σῆς γὰρ ὀργῆς οἶκτός ἐστι τὸ πλέον.

Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.