Κυριακή, 1 Δεκεμβρίου 2013

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΠΡΟΦΗΤΟΥ ΝΑΟΥΜ

Τῌ Α' ΤΟΥ ΜΗΝΟΣ
ΔΕΚΕΜΒΡΙΟΥ

Μνήμη τοῦ Ἁγίου Προφήτου Ναούμ.

Τῇ Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Ναούμ.
Ναούμ, τὸν Ἑλκεσαῖον ἐκπεπνευκότα,
Ἕλκει πόθος με σμυρνίσαι σμύρνῃ λόγου.
Πρώτη ἐκ βιότοιο Δεκεμβρίου ᾤχετο Ναούμ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος.
Θνῄσκει ὁ πᾶσαν ἀρετὴν φερωνύμως,
Πάτερ φιλήσας, τόν γε μὴν οἶκτον πλέον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου μάρτυρος Ἀνανίου τοῦ Πέρσου.
Ἀνανίας σάρξ, πρὸς δὲ σαρκὸς αἰκίας,
Αἴσθησιν ὡς σάρξ οὐδὲ μικρὰν λαμβάνει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου Ἀντωνίου τοῦ νέου.

Ὁ Ἅγιος Ὀνήσιμος, ὁ ἀρχιεπίσκοπος Ἐφέσου, ἐν εἰρήνῃ τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.