Σάββατο, 9 Νοεμβρίου 2013

ΙΑΜΑΤΩΝ ΣΕ, ΠΗΓΗΝ ΠΑΤΕΡ

Ἰαμάτων σε, πηγὴν Πάτερ ἀνέδειξε, Χριστὸς δοξάσας σε, ὁ ὑπὸ σοῦ δοξασθείς· ἐντεῦθεν οἱ πάσχοντες, ποικίλοις πάθεσι, καταφεύγουσι, τῇ θήκῃ τῶν λειψάνων σου, καὶ εὑρίσκουσιν ὑγείαν.

Διδαγμάτων σου, τὰ ἱερὰ συντάγματα, ἀεὶ εὐφραίνουσι, τῶν εὐσεβῶν τὰς ψυχάς· Ἁγίῳ γὰρ Πνεύματι, Πάτερ κινούμενος, τὸν τῆς χάριτος, λόγον σοφῶς συνέγραψας, καὶ ζωῆς τὰς ὑποθήκας.

Ὡς πραότατος, καὶ ταπεινὸς καὶ μέτριος, τοῦ ὑπὲρ ἔννοιαν, Πάτερ ἐπλήσθης φωτός· ἐντεῦθεν θεόληπτος, ἐφαίνου Ὅσιε, πρὸς τὰ κρείττονα, μυσταγωγῶν χαρίσματα, θεαρέστου πολιτείας.