Τετάρτη, 13 Νοεμβρίου 2013

ΤΟΝ ΒΑΠΤΙΣΤΗΝ ΕΜΙΜΗΣΩ...

Τὸν Βαπτιστὴν ἐμιμήσω, συνωνυμήσας καλῶς, τῇ ἐγκρατείᾳ Πάτερ, καὶ ἠλίαν τὸν μέγαν, νηστείας καὶ ἁγνείας, ζήλῳ τρωθείς, ἀμφοτέρων Χρυσόστομε, βασιλικῆς τυραννίδος κατατολμῶν, ὡς ποιμὴν τῆς Ἐκκλησίας Χριστοῦ.

Θείᾳ ἐμπνεύσει τοῦ Λόγου, διαδραμὼν γραφικῶς, πᾶσαν τὴν γῆν ὁ φθόγγος, τῶν δογμάτων σου Πάτερ, ἐφώτισε τὸν κόσμον, ἀνοίξας ἡμῖν, τῆς μετανοίας τὴν εἴσοδον, τήν τε πενήτων φροντίδα ἀνατυπῶν, καὶ Χριστοῦ τὸ Εὐαγγέλιον.

Τὸ καθαρὸν τῆς ψυχῆς σου, καὶ ἀκηλίδωτον φῶς, ἡλιακὰς ἀκτῖνας, καταλάμπει τῷ κόσμῳ, δογμάτων εὐσεβείας, Πάτερ σοφέ, Ἰωάννη Χρυσόστομε, καὶ τὴν ἀχλὺν ἐκδιώκει καὶ δᾳδουχεῖ, τὴν οἰκουμένην πρὸς εὐσέβειαν.

Γέγονας Χρυσόστομε, θεόπνευστον ὄργανον, δι' οὗ ἡμῖν τὸ Πνεῦμα τὸ Ἅγιον ἐφώνησε· τῇ εὐσήμῳ, γὰρ βοῇ, διέδραμε τὰ πέρατα, ὁ φθόγγος τῆς διδασκαλίας σου, καὶ μιμητὴς γενόμενος τῶν Ἀποστόλων Ὅσιε, τὸν χῶρον κατέλαβες ἐκεῖνον, ὃν ἐπόθησας· Πρέσβευε τῷ Κυρίῳ, Παμμακάριστε, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τάς ψυχὰς ἡμῶν.