Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 9 Νοεμβρίου 2013

ΟΝΗΣΙΦΟΡΟΥ ΚΑΙ ΠΟΡΦΥΡΙΟΥ

Τῌ Θ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΝΟΕΜΒΡΙΟΥ

Μνήμη τῶν Ἁγίων Μαρτύρων Ὀνησιφόρου καὶ Πορφυρίου, καὶ τῆς Ὁσίας Μητρὸς ἡμῶν Ματρώνης.

Τῇ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ὀνησιφόρου καὶ Πορφυρίου.

Ἵπποις Ὀνησιφόρε πρὸς Θεὸν τρέχων,
Ἔχεις συνιππεύοντα καὶ τὸν ἱκέτην.
Νύσσης οὐρανίης ἐπέβητ᾿ ἐνάτῃ ὦ ἀθληταί.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῖς Ὁσίας Μητρὸς ἡμῶν Ματρώνης.
Ζωῆς μελλούσης ἀξιοῦται Ματρῶνα,
Ὡς ἐν βίῳ ζήσασα ταύτης ἀξίως.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Θεοκτίστης τῆς Λεσβίας.
Λέσβου τὸ θρέμμα, παρθένος Θεοκτίστη,
Κτίστῃ Θεῷ πρόσεισι νύμφη παγκάλη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Γυναικῶν, Εὐστολίας καὶ Σωπάτρας.
Ὅλη καλὴ σὺ πρὸς Θεὸν χωρεῖς Λόγον,
Στολαῖς σταλεῖσα ψυχικαῖς Εὐστολία.
Σωπάτρα Πατρὸς Πνεύματός τε καὶ Λόγου,
Θρόνῳ παρέστη, δοῦσα γῇ τὸ σαρκίον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀντωνίου.
Ἀντώνιον κτείνουσι τὸν θεῖον ξύλοις,
Οἱ τὸ ξύλον τιμῶντες ὡς Θεὸν πλάνοι.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Χριστοφόρος καὶ Μαῦρα ξίφει τελειοῦνται.
Πλάνην ἀμαυροῖ Μαῦρα καρθεῖσα ξίφει·
Χριστοῦ δὲ τμηθεὶς φῶς ὁρᾷ Χριστοφόρος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος, Ἰωάννης ὁ Κολοβὸς ἐν εἰρήνῃ τελειοῦται.
Ἰωάννην ἔκρυψε γῆς βραχὺς τόπος,
Ὅς, κἂν βραχὺς τὸ σῶμα, τὴν πρᾶξιν μέγας.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἑλλάδιος ἐν εἰρήνῃ τελειοῦται.
Εἰ καὶ μετέστης, Ἑλλάδιε, τοῦ βίου,
Πίναξ ἔμεινας ἀρετῶν τοῖς ἐν βίῳ.

Ὁ Ὅσιος πατὴρ ἡμῶν Συμεὼν ὁ Μεταφραστὴς ἐν εἰρήνῃ τελειοῦται.

Οἱ Ὅσιοι καὶ θεοφόροι πατέρες ἡμῶν Εὐθύμιος καὶ Νεόφυτος, οἱ κτίτορες τῆς σεβασμίας μονῆς τοῦ Δοχειαρίου, ἐν εἰρήνῃ τελειοῦνται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.