Τρίτη, 26 Νοεμβρίου 2013

ΤΟ ΚΑΘΑΡΟΝ ΚΑΙ ΑΣΠΙΛΟΝ, ΤΗΣ ΨΥΧΗΣ ΠΕΡΙΒΟΛΑΙΟΝ

Τὸ καθαρὸν καὶ ἄσπιλον, τῆς ψυχῆς περιβόλαιον, τὸ καρτερικόν, καὶ ἀπαθὲς σαρκίον σου, ὡς θεῖον θησαύρισμα, ἡ Λακεδαίμων φέρουσα, καὶ σωματικῶν, καὶ ψυχικῶν ἀλγημάτων, τὴν ῥῶσιν ἐξαιτεῖται, μελῳδοῦσα συμφώνως· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Τῶν ἰαμάτων χάριτας, ἡ σορὸς ἀναβλύζουσα, πᾶσαν νοσημάτων, καὶ παθῶν ἐπήρειαν, παντοίαν τε κάκωσιν, καὶ μαλακίαν ἅπασαν, πάντων θεραπεύει, τῶν πιστῶς μελῳδούντων· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὑπὲρ ἡμῶν ἱλέωσαι, τὸν Σωτῆρα καὶ Κύριον, τῶν καταφευγόντων, τῇ σῇ σκέπῃ Ὅσιε, ὡς νίκης ἐπώνυμος, καὶ Θεῷ παριστάμενος, πάσης λυτρωθῆναι, τῶν ἐχθρῶν κακουργίας, δαιμόνων ἐπηρείας, καὶ ἀνάγκης καὶ νόσου, τοὺς πίστει σε ὑμνοῦντας, εἰς πάντας τοὺς αἰῶνας.