Τετάρτη, 20 Νοεμβρίου 2013

ΟΥΚ ΕΛΑΤΡΕΥΣΑΝ, ΤΗ ΚΤΙΣΕΙ ΟΙ ΘΕΟΦΡΟΝΕΣ

«Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».

Φωτοφόρον σε, ὡς ἥλιον εἰσδέχεται, ναὸς ὁ ἅγιος, ἔνδον ἀστράπτουσαν, ἀκτῖνας τοῖς πέρασι, σωτηριώδεις ἁγνή, ὑπεράγιον, ναὸν γενέσθαι μέλλουσαν, τοῦ Υἱοῦ Θεοῦ Παρθένε.

Χεῖρας ἅπαντες, κροτήσατε λυτρώσεως, σύμβολα φέρουσαν, τὴν Ἀπειρόγαμον, ὁρῶντες· Ἀγγέλου γάρ, χειρὶ ἐκτρέφεται, τὸν οὐράνιον, ἄρτον ἡμῖν ὡς μέλλουσα, ἀπορρήτως ἀποτίκτειν.

Ψυχαὶ ἅπασαι, Δικαίων ὑποχθόνιοι, εὐαγγελίζεσθε, περιστερὰ ἡ χρυσῆ, κατάπαυσιν φέρουσα, κατακλυσμοῦ νοητοῦ, πεφανέρωται, καὶ εἰς Ἁγίων Ἅγια, εὐσεβῶς περιχορεύει.

Ὡς ὡραία, τὸν ὡραῖον ἀπεκύησας, τὴν ἀμορφίαν ἡμῶν, προσεπανάγοντα νῦν, εἰς πρώτην ἐμφέρειαν, Κόρη πανάμωμε, ᾧ καὶ ψάλλομεν· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ.