Πέμπτη, 28 Νοεμβρίου 2013

ΣΥΜΠΑΘΕΙΑΣ ΤΗΣ ΠΡΟΣ ΣΑΡΚΑ ΔΙΑΖΕΥΞΑΣ ΣΟΥ

Συμπαθείας τῆς πρὸς σάρκα διαζεύξας σου, τὸν νοῦν Μακαριώτατε, φλογιζόμενος καὶ πυρὶ καιόμενος σοφέ, τῶν Παίδων ἐβόας τὴν ᾠδήν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Μεμακάρισται τῶν παίδων θεῖος ὅμιλος, καὶ γυναικῶν ἑπτάριθμος, χορὸς ἅγιος, τοὺς ξεσμούς, τὸ πῦρ, τοὺς αἰκισμούς, στερρῶς ὑπομείναντες ὁμοῦ, καὶ οὐρανίων ἀγαθῶν καταξιούμενοι.

Απελαύνονται ἐκ μόνης σου προσκλήσεως, τῆς πονηρίας πνεύματα, ἐγνωκότα σε Αθλητὴν ἀήττητον Χριστοῦ, Εἰρήναρχε μέλποντα θερμῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.