Κυριακή, 10 Νοεμβρίου 2013

ΕΝ ΚΑΜΙΝΩ ΠΑΙΔΕΣ

«Ἐν καμίνῳ παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Οἱ ἀρραγεῖς πύργοι τῆς Χριστοῦ, δειχθέντες Ἐκκλησίας, κατέστρεψαν δυσσεβείας τείχη, ἅπαντας πιστούς, ὡς λίθους δομήσαντες, ἐπὶ πέτραν τοῦ θεμελίου Χριστοῦ τῆς Ἐκκλησίας· ὃν ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Νομοθέται ὤφθητε ὑμεῖς, τοῦ Πνεύματος τὸν νόμον, ἐγγράφοντες ἐν καρδίαις, Παμμακάριστοι πιστῶν· δι' οὗ φωτιζόμενοι ἀνεβόων· Πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὡραιώθης Μάκαρ Ὀλυμπᾶ, καθ' ἣν ἡμέραν Πέτρος, ὁ μέγας τέλος ἐδέξατο, σαφῶς τελειωθείς, ἅμα τῷ Ῥοδίωνι διὰ ξίφους, Νέρωνος προστάξει ἀνόμου βασιλέως, καὶ ταῖς οὐρανίαις, συνήφθητε χορείαις.