Τρίτη, 12 Νοεμβρίου 2013

ΚΥΡΙΩΣ ΘΕΟΤΟΚΟΝ, ΣΕ ΟΜΟΛΟΓΟΥΜΕΝ ....

«Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε Ἁγνή, σὺν Ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες».

Ἰδοὺ σε μετὰ τέλος, μέσον συλλαμβάνει, δυάς, Ἁγίων Πατέρων ἐν μνήματι, ἱερωτάτην τιμὴν σοι, Πάτερ προσνέμουσα.

Ὡς ὄρθρος ὡς ἡμέρα, Πάτερ Ἰωάννη, ἡ φωταυγής σου ἐξέλαμψε κοίμησις, φωταγωγοῦσα τους πίστει, σὲ μακαρίζοντας.

Συνήφθης ταῖς χορείαις, τῶν Ἀρχιερέων, τῶν Προφητῶν Ἀποστόλων Μαρτύρων τε, μεθ' ὧν μνημόνευε Πάτερ, τῶν ἀνυμνούντων σε.

Ἡ θήκη ἔνθα κεῖται, Πάτερ Ἰωάννη, τὸ ἱερόν σου καὶ Ἅγιον λείψανον, πηγὴ θαυμάτων ὑπάρχει, τοῖς σοὶ προστρέχουσι.