Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 4 Νοεμβρίου 2013

ΙΩΑΝΝΙΚΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ

Τῌ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΝΟΕΜΒΡΙΟΥ

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν, Ἰωαννικίου τοῦ Μεγάλου, καὶ τῶν ἁγίων Ἱερομαρτύρων, Νικάνδρου, Ἐπισκόπου Μύρων, καὶ Ἑρμαίου Πρεσβυτέρου.
Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωαννικίου τοῦ μεγάλου, τοῦ ἐν τῷ Ὀλύμπῳ.
Τὸν Ἰωαννίκιον ἐκ γῆς λαμβάνει
Ὁ τῷ λόγῳ γῆν τοῦ Θεοῦ πήξας Λόγος.
Σῆμά σοι ἔν γε τετάρτῃ Ἰωαννίκιε χεῦσαν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων, Νικάνδρου Ἐπισκόπου Μύρων, καὶ Ἑρμαίου Πρεσβυτέρου, χειροτονηθέντων παρὰ τοῦ Ἁγίου Ἀποστόλου Τίτου.
Χριστὸν ποθοῦντας ζῶντας Μάρτυρας δύω,
Καὶ ζῶντας ἐνθάπτουσι πικρῶς τῷ τάφῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πορφυρίου.
Ὁ Πορφύριος εὐστόλιστος ἐκ ξίφους,
Λαμπρὰν στολισθεὶς πορφύραν ἐξ αἱμάτων.

Τῇ αὐτῇ ἡμέρᾳ, Διήγησις εἰς τὸν θρῆνον τοῦ Προφήτου Ἱερεμίου περὶ τῆς Ἱερουσαλήμ, καὶ εἰς τὴν ἅλωσιν ταύτης, καὶ περὶ τῆς ἐκστάσεως Ἀβιμέλεχ.

Μνήμη τοῦ ἁγίου καὶ εὐσεβάστου βασιλέως, Ἰωάννου τοῦ Βατάτζη, τοῦ καὶ Ἐλεήμονος ἐπικληθέντος.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.