Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 26 Νοεμβρίου 2013

ΟΣΙΩΝ ΠΑΤΕΡΩΝ ΗΜΩΝ ΑΛΥΠΙΟΥ ΤΟΥ ΚΙΟΝΙΤΟΥ, ΚΑΙ ΝΙΚΩΝΟΣ ΤΟΥ ΜΕΤΑΝΟΕΙΤΕ

Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΝΟΕΜΒΡΙΟΥ

Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν Ἀλυπίου τοῦ Κιονίτου, καὶ Νίκωνος τοῦ Μετανοεῖτε.

Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀλυπίου τοῦ Κιονίτου.

Ἀνεῖχεν Ἀλύπιον ὄρθιος κίων,
Πρὸς οὐρανοὺς ζητοῦντα βαίνειν, οὗ μένει.
Εἰκάδι ἕκτῃ ἄλυπον, Ἀλύπιε, βῆς ἐπὶ οἶκον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νίκωνος τοῦ Μ ε τα ν ο ε ῖ τ ε,
Οἱ Λακεδαίμων, οὐδαμῶς Δαίμων λάκοι.
Σοβεῖ γὰρ αὐτὸν τοῖς τεραστίοις Νίκων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στυλιανοῦ τοῦ Παφλαγόνος.
Ἀσκήσεως πέπτωκεν ὁ στερρὸς στῦλος.
Στυλιανὸς γὰρ τὸν βίον καταστρέφει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀκακίου τοῦ ἐν τῇ Κλίμακι.
Κακὸν φυγὼν πᾶν Ἀκάκιος ἐν βίῳ.
Καλοῖς ἀπείροις ἐντρυφᾷ λιπὼν βίον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰακώβου τοῦ Ἀναχωρητοῦ.
Ὁ Ἰάκωβος ἀναχωρήσας κόσμου,
Νῦν τὴν ὑπερκόσμιον οἰκεῖ πατρίδα.

Ὁ ἅγιος Νεομάρτυς Γεώργιος, ὁ ἐν Χίῳ ἀθλήσας κατὰ τὸ 1807, ξίφει τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σίλου, Ἐπισκόπου τῆς Περσίδος, Καὶ ἀνάμνησις τῶν ἐγκαινίων τοῦ Ναοῦ τοῦ Ἁγίου Γεωργίου, ἐν τῷ Κυπαρίσσῳ.

Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.