Παρασκευή, 22 Νοεμβρίου 2013

ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΦΙΛΗΜΟΝΟΣ, ΚΑΙ ΤΩΝ ΣΥΝ ΑΥΤΩ

Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΝΟΕΜΒΡΙΟΥ

Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Φιλήμονος, καὶ τῶν σὺν αὐτῷ, Ἀπφίας, Ἀρχίππου καὶ Ὀνησίμου, καὶ τῆς Ἁγίας Μάρτυρος Κικιλίας, καὶ τῶν σὺν αὐτῇ.

Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Φιλήμονος, Ἀρχίππου, Ἀπφίας καὶ Ὀνησίμου, μαθητῶν γεγονότων Παύλου τοῦ Ἀποστόλου.

Χριστοῦ καλοῦντος, ὤφθητε δρόμῳ ξένῳ,
Χριστοῦ μαθηταί, δραμόντες πρὸς τὴν κλῆσιν.
Εἰκάδι δευτερίῃ, Φιλήμονα ἔνθεν ἄειραν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κικιλίας, Βαλλεριανοῦ, καὶ Τιβουρτίου.

Λουτροῦ φέρεις ἔκκαυσιν, ὦ Κικιλία,
Λούῃ δὲ λουτρὸν αἵματος διὰ ξίφους.
Βαλλεριανὸν καὶ συναθλητὴν ἅμα
Κτείνει ξίφος, βάλλοντας ὕβρεσι πλάνην.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Μάρκου, Στεφάνου, καὶ ἑτέρου Μάρκου.

Τμηθεὶς ξίφει Στέφανε σὺν Μάρκοις δύω,
Πολλοὺς σὺν αὐτοῖς τοὺς στεφάνους λαμβάνεις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Προκοπίου τοῦ ἐν Παλαιστίνῃ.

Πρὸς τὴν τομὴν ὥρμησεν οἷα πρὸς πάλην,
Καὶ Προκόπιος θρέμμα τῆς Παλαιστίνης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μενίγνου τοῦ κναφέως.

Κάραν, κναφεῦ Μένιγνε, τμηθεὶς ἐκ ξίφους,
Κνάπτεις σεαυτόν, κἂν ῥύπους εἶχες, πλύνῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀββᾶ.

Ἀββᾶν, τὸν ἐκτύπωμα ὄντα Ἀββάδων,
Τιμῶ πρεπόντως, ὡς τεκνίων Πατέρα.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Χριστοφόρος καὶ Εὐφημία ξίφει τελειοῦνται.

Τὴν Εὐφημίαν σοι συνευφημεῖν ἔγνων,
Σοὶ συσφαγεῖσαν, χριστόφρον Χριστοφόρε.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Θαλλέλαιος καὶ Ἄνθιμος ξίφει τελειοῦνται.

Θαλλέλαιος Ἄνθιμος ἐκτετμημένοι,
Ἀειθαλῶς ἀνθοῦσιν ὡς θεῖα ξύλα.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Κάλλιστος ἐν εἰρήνῃ τελειοῦται.

Κάλλιστος ἐχθρὸν τὸν κάκιστον πτερνίσας,
Φίλος Θεῷ πρόσεισιν ἐκλελεγμένος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Θαδδαῖος, ἐν τροχῷ δεθείς, καὶ κατὰ πρανοὺς ἀφεθείς, τελειοῦται.

Κατὰ πρανοῦς Θαδδαῖον ὁ τροχὸς στρέφει·
Φωνὴ δὲ βροντῆς ἐν τροχῷ, ψαλμὸς λέγει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀγαπίωνος, Σισινίου Ἱερομάρτυρος, καὶ Ἀγαπίου.

Ἀπῆλθε, θηρσὶ μὴ βλαβεὶς Ἀγαπίων.
Τοῦτον γὰρ ἠγάπησε καὶ θηρῶν φύσις
Εἶχες θύτην με νῦν δέ, καὶ θῦμα ξένον,
Ἔχεις με Σισίνιον, ἐκ ξίφους Λόγε.
Ὑπὲρ Θεοῦ, ταθέντος ἐν τῷ Κρανίῳ,
Ξίφει σὸν Ἀγάπιε τείνεις κρανίον.

Ταῖς τῶν σῶν ἁγίων πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.