Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 30 Οκτωβρίου 2013

ΙΣΤΑΤΟ ΠΡΟ ΔΙΚΑΣΤΙΚΩΝ

Ἵστατο πρὸ δικαστικῶν, Παναοίδιμε βημάτων τὴν σάρκωσιν, διαπρυσίῳ φωνῇ, ἀνακηρύττων τοῦ Παντοκράτορος, καὶ τὰ παθήματα αὐτοῦ, σταυρόν τε καὶ θάνατον, καὶ τὴν ἀνάστασιν, δι' ἧς ἔσωσεν ἡμᾶς ὡς φιλάνθρωπος.

Ὦ θαῦμα πῶς μετὰ σαρκός, τοὺς ἀσάρκους δυσμενεῖς ἐτροπώσατο! πῶς καταβέβληκε, δι᾿ ἀσθενείας τὸν πολυμήχανον! πῶς οὐρανίοις λειτουργοῖς, συνήφθη ὁ γήϊνος, ἀγωνισάμενος, ὁ Ζηνόβιος, ὃν νῦν μακαρίζομεν.

Σώματα Μάρτυρες σεπτοί, αἰκισμοῖς παντοδαποῖς παρεδώκατε, προσαποβλέποντες, τὴν δι' αἰῶνος μακαριότητα· ἀδελφικῇ γὰρ τῇ στοργῇ, ἀλλήλοις συνδούμενοι, μαρτυρικαῖς καλλοναῖς, ἐλαμπρύνθητε· διὸ μακαρίζεσθε.

Ἡ μνήμη σήμερον ὑμῶν, φωταυγίᾳ λαμπομένη τοῦ Πνεύματος, πᾶσιν ἐπέλαμψε, θαυμάτων χάριν ἐναπαστράπτουσα, καὶ ἰαμάτων ποταμούς, πηγάζει ἑκάστοτε, ἣν ἑορτάζοντες, μακαρίζομεν ὑμᾶς Χριστομάρτυρες.