Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 21 Οκτωβρίου 2013

... ΤΑΙΣ ΦΩΤΟΒΟΛΟΙΣ ΑΚΤΙΣΙ

Ὁ ἱλαρὸς τὴν ψυχὴν καὶ τὴν καρδίαν, ὅτε σε ὁ ἔνθεος ἔρως κατέτρωσε, καὶ ἱεραῖς ἀναβάσεσιν, ἐπαναστῆναι, τῶν κοσμικῶν σε θορύβων ἔπεισε, τότε ὁπλισάμενος Σταυροῦ τὴν δύναμιν, πρὸς τὴν δαιμόνων ἐχώρησας, Παμμάκαρ πάλην, καὶ ἀνεπλέξω νίκης διάδημα, καὶ νῦν αὐλίζῃ, ταῖς λαμπρότησι, τῶν Ἁγίων· μεθ' ὧν ἡμῖν αἴτησαι, φωτισμὸν καὶ εἰρήνην, καὶ πταισμάτων ἀπολύτρωσιν.

Ταῖς φωτοβόλοις ἀκτῖσι παραδόξως, Πάτερ ἀξιάγαστε τῶν ἰαμάτων σου, φωταγωγεῖς τὴν ὑφήλιον, τῶν νοσημάτων, διασκεδάζων σκότος βαθύτατον, ἐντεῦθέν σε ἥλιον ἄλλον γνωρίζομεν, καὶ μοναζόντων ἑδραίωμα, καὶ ποδηγέτην, τῶν σῳζομένων θείῳ ἐν Πνεύματι, καὶ νῦν τὴν μνήμην ἐκτελοῦμέν σου, τὴν φωταυγῆ καὶ σωτήριον Ὅσιε, Ἱλαρίων πταισμάτων, διὰ σοῦ λύσιν λαμβάνοντες.

Δι' ἐγκρατείας τοῦ σώματος τὰ πάθη, Πάτερ καθυπέταξας, τῷ νοερῶ τῆς ψυχῆς, καὶ ἀπαθείας ταῖς πτέρυξι, κεκοσμημένος, χάριν ἐδέξω ἰᾶσθαι Ὅσιε, ἀνθρώπων ἐν Πνεύματι, τὰ ἀρρωστήματα, καὶ ἀπελαύνειν τὰ Πνεύματα, τῆς πονηρίας, καὶ διασῴζειν τοὺς προσιόντας σοι· ὅθεν χοροί σε μακαρίζουσιν, Μοναζόντων Σοφὲ ἀξιάγαστε, καὶ τιμᾷ πᾶσα κτίσις, Ἱλαρίων τοὺς ἀγῶνάς σου.

Ἐκ νεότητός σου φέρων τελειότητος φρόνημα, ὑπέθου σεαυτὸν Ἱλαρίων τῷ ζυγῷ τοῦ Χριστοῦ, καὶ τὸν βίον ζηλώσας τοῦ θείου Ἀντωνίου, τοῖς ἴσοις μέτροις τῆς ἀρετῆς ἀφομοιούμενος, κατέτηξας τὴν σάρκα, σκιρτῶσαν ὥς περ πῶλον, ὡς ὤφειλε τῇ ψυχῇ καθυποτάσσεσθαι, καὶ τῆς ἀσκήσεως δρόμον ἐξετέλεσας· Ἀλλ' ὦ μακαριώτατε Πάτερ, καὶ θαυματουργὲ θεοφόρε, τοῖς τὴν μνήμην σου ἐκ πόθου τελοῦσιν, αἴτησαι ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.