Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 23 Οκτωβρίου 2013

ΔΕΥΤΕ ΤΟ ΜΝΗΜΟΣΥΝΟΝ

Δεῦτε τὸ μνημόσυνον, τοῦ θεαδέλφου τιμήσωμεν, ἱερῶς οἱ θεόφρονες· ζυγὸν γὰρ δεξάμενος, τοῦ Χριστοῦ προθύμως, τοῦ Εὐαγγελίου, τῆς ἀγαθότητος αὐτοῦ, καὶ βασιλείας κήρυξ γεγένηται, καὶ τούτου τὴν ἀνέκφραστον, οἰκονομίαν πιστεύεται. Δι' αὐτοῦ Παντοδύναμε, ἱλασμὸν ἡμῖν δώρησαι.

Πάντα περιήχησε, τῆς οἰκουμένης τὰ πέρατα, τῶν ῥημάτων ὁ φθόγγος σου, δι' ὧν φωτιζόμεθα, ἀρετῆς ἐνθέου, πρὸς πᾶσαν ἰδέαν, καὶ ὁδηγούμεθα πιστῶς, πρὸς τῆς Τριάδος θείαν ἐπίγνωσιν· διὸ ἐκδυσωποῦμέν σε, ὡς Ἱεράρχης ἱκέτευε, Ἰησοῦν τὸν φιλάνθρωπον, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Πόρρωθεν προβλέπων σου, τὴν πολιτείαν Ἰάκωβε, ἀδελφὸν σε προσήκατο, Χριστὸς ὁ φιλάνθρωπος, ὁ σοφὸς προγνώστης, Ἱεροσολύμων, ἱεροφάντορα πιστόν, καὶ ποιμενάρχην προχειρισάμενος, καὶ μύστην τὰ ἀπόρρητα, ἱερουργοῦντα μυστήρια. Ὃν καὶ νῦν καθικέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Αἵματι τοῦ μαρτυρίου, τὴν ἱερωσύνην κατεποίκιλας, Ἱερομάρτυς, Ἀπόστολε· τῷ γὰρ πτερυγίῳ του ἱεροῦ παρεστώς, Θεὸν Λόγον ἐκήρυξας, Δημιουργὸν ὄντα τοῦ παντός· ὅθεν ὑπὸ Ἰουδαίων ῥιφείς, οὐρανίων θαλάμων ἠξίωσαι, Ἀδελφόθεε Ἰάκωβε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.