Σάββατο, 6 Ιουλίου 2013

ΔΙΗΝΕΚΕΣΙ ΧΡΩΜΕΝΟΣ

Διηνεκέσι χρώμενος, προσευχαῖς καὶ δεήσεσι, λύμην ἐκ ψυχῆς, τὴν τῶν παθῶν ἀπήλασας, καὶ τῆς διανοίας σου, τὸ ὀπτικὸν ἐκάθηρας· ὅθεν προορᾶν, προφητικῶς ἠξιώθης, τὰ μέλλοντα Σισώη, εὐσεβῶς ἀναμέλπων· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἀγγελικῶς ἐβίωσας, μετὰ σώματος Ὅσιε, καὶ τὰς ἐναντίας, ἐτροπώσω φάλαγγας, ἐντεῦθεν εἰς ἄϋλον, μέτ' εὐφροσύνης Πάτερ ζωήν, ὅπου τῶν Ἀγγέλων κατεσκήνωσας τάξεις, μεθ' ὧν νῦν ἀνάκράζεις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὑλομανοῦσαν πάθεσι, τὴν ψυχήν μου καθάρισον, σοῦ ταῖς πρὸς τὸ θεῖον ἱεραῖς ἐντεύξεσι, καὶ τῆς συνεχούσης με, αἰχμαλωσίας λύτρωσαι, Πάτερ θεοφόρε, καθαρῶς ἵνα ψάλλω· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.