Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 8 Ιουλίου 2013

ΑΦΩΡΙΣΜΕΝΟΣ ΥΠΑΡΧΩΝ, ΑΠΟ ΚΟΙΛΙΑΣ ΜΗΤΡΟΣ, ΥΠΟ ΘΕΟΥ ΠΑΝΣΟΦΩΣ

Ἀφωρισμένος ὑπάρχων, ἀπὸ κοιλίας μητρός, ὑπὸ Θεοῦ πανσόφως, οὐρανόθεν τὴν κλῆσιν, ἔσχες κατὰ Παῦλον· ὅθεν μαθών, τὰ ἑκούσια πάθη Χριστοῦ, κήρυξ αὐτοῦ ἀνεδείχθης καὶ ζηλωτής, ἀληθῶς Μάρτυς Προκόπιε.

Τῇ μυστικῇ παντευχίᾳ, καθωπλισμένος σοφέ, νικοποιῷ τροπαίῳ, τοῦ Χριστοῦ τῷ σημείῳ, Προκόπιε θεόφρον, θράση ἐχθρῶν, δυσμενῶν ἐξηφάνισας, καὶ τῶν εἰδώλων τὰ ξόανα καθελών, μέχρις αἵματος ἐνήθλησας.

Ὡς τὸ στρατόπεδον πάλαι, σὺν ταῖς πισταῖς γυναιξί, τῷ οὐρανίῳ Μάρτυς, Βασιλεῖ καὶ Δεσπότῃ, προσήγαγες Κυρίῳ, οὕτω καὶ νῦν, τοὺς τελοῦντας τὴν μνήμην σου, ταῖς σαῖς πρεσβείαις προσάγαγε τῷ Χριστῷ, ὦ Μαρτυρων ἐγκαλλώπισμα.


Ἄστρον, ἀνατέταλκας, ἐκ τῆς Ἑῴας πολύφωτον, καταυγάζων Προκόπιε, τοῦ κόσμου τὰ πέρατα, ταῖς θεοσημίαις, καὶ τῇ καρτερίᾳ, τῶν ἀλγεινῶν ὡς ἀληθῶς, καὶ ταῖς τῶν ἄθλων μεγίσταις λάμψεσι· διό σου τὴν πανέορτον, καὶ φωτοφόρον πανήγυριν, ἑορτάζομεν σήμερον, ἀθλοφόρε Προκόπιε.

Σῶμά σου Προκόπιε, καταξεόμενον ἔνδοξε, καὶ πυρὶ δαπανώμενον, εἱρκταῖς συγκλειόμενον, ὁμιλοῦν παντοίαις, ἰδέαις βασάνων, ξίφει τεμνόμενον σοφέ, τὴν βασιλείαν σοι προεξένησε, παμμάκαρ τὴν οὐράνιον, ἐν ᾗ χορεύεις γηθόμενος, ἀθλοφόρε πολύαθλε, τῶν Ἀγγέλων συμμέτοχε.

Δῆμον προσενήνοχας τῷ Ποιητῇ διὰ πίστεως, ἱερῶς ἐναθλήσαντα, θεόφρον Προκόπιε, μεθ' ὧν τῶν Μαρτύρων, χοροῖς ἠριθμήθης, καταβαλὼν τὸν δυσμενῆ, ἀνδρειοφρόνως ἀξιοθαύμαστε· διὸ σε μακαρίζομεν, ὡς στρατιώτην ἀήττητον, ὡς γενναῖον ἀδάμαντα, ὡς τῆς πίστεως πρόμαχον.

Ἐξέλαμψε σήμερον, ἡ ἔνδοξος μνήμη σου, Προκόπιε πολύαθλε, συγκαλοῦσα ἡμᾶς τους φιλεόρτους, πρὸς εὐφημίαν καὶ δόξαν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Ὅθεν καὶ προστρέχοντες, ἐν τῇ σορῷ τῶν λειψάνων σου, ἰαμάτων χαρίσματα λαμβάνομεν, καὶ τὸν σὲ στεφανώσαντα Σωτῆρα Χριστόν, ἀνυμνοῦμεν εἰς αἰῶνας, ἀκαταπαύστως δοξάζοντες.