Τρίτη, 30 Ιουλίου 2013

ΙΑΤΡΟΙ ΨΥΧΩΝ ΤΕ, ΚΑΙ ΣΩΜΑΤΩΝ

Ἰατροὶ ψυχῶν τε, καὶ σωμάτων γεγόνατε σωτήριοι, πνευματικοῖς φαρμάκοις ἐκκαθαίροντες, τοὺς νοσοῦντας καὶ ὑγιεῖς, δεικνῦντες ἀμφοτέρωθεν, θεοφεγγεῖς Ἀπόστολοι· ὅθεν ἀξίως μακαρίζεσθε.

Ὤφθητε τῇ ζέσει, τοῦ Πνεύματος ἀνάπτοντες ὡς ἄνθρακες, καὶ τὸν κρυμὸν τῆς πλάνης διελύσατε, καὶ καρδίας τὰς πηγνυμένας πίστει κατεθάλψατε, καὶ πρὸς τὸ ἔαρ Πάνσοφοι, τῆς σωτηρίας ὡδηγήσατε.

Στησώμεθα χορείαν, ἐν οἴκῳ τοῦ Θεοῦ ἡμῶν δοξάζοντες, Σιλουανὸν καὶ Σίλαν καὶ Ἀνδρόνικον, καὶ τὸν μέγαν Ἐπαινετόν, καὶ Κρήσκεντα τὸν πάνσοφον, ὡς ἀληθείας κήρυκας, καὶ πρεσβευτὰς ἡμῶν ὑπάρχοντας.

Ἡ ἁγιωτάτη καὶ πλήρης, χαρισμάτων θείου Πνεύματος, καὶ ἱερὰ καὶ ὄντως ἀξιέπαινος, ὑμῶν μνήμη θεουργικαῖς, ἀκτῖσι καταυγάζουσα, τῶν εὐσεβῶν τὸ πλήρωμα, ὑμνεῖν ὑμᾶς σοφοὶ προτρέπεται.