Τετάρτη, 17 Ιουλίου 2013

ΠΑΡΘΕΝΟΝ ΚΑΙ ΣΩΜΑ ΚΑΙ ΨΥΧΗΝ, ΘΕΩ ΔΙΕΣΩΣΑΣ

Παρθένον καὶ σῶμα καὶ ψυχήν, Θεῷ διέσωσας, καὶ προσενήνοχας, ὡς προῖκα πάντιμον Ἔνδοξε, τὴν ἀοίδιμόν σου ἄθλησιν, καὶ εἰς νυμφῶνα νοητὸν εἰσήχθης μέλπουσα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ῥήμασι τυράννου δυσμενοῦς, ὑπηρετούμενοι, πυρὸς ἐπάξιοι, οἱ ματαιόφρονες ζῶσάν σε, τῇ πυρᾷ Μάρτυς ἐνέβαλον· ἀλλ' οὐκ ἐφλέχθης τῷ πυρί, τῆς τοῦ νυμφίου στοργῆς, θεοφόρε δροσιζομένη, καὶ τοῦτον γεραίρουσα.

Ἵστασο πρὸ βήματος Χριστόν, ἀνακηρύττουσα, Θεὸν ἀθάνατον, καθυπομείναντα σταύρωσιν, καὶ τὴν πλάνην θανατώσαντα, καὶ τὴν ἀθάνατον ζωὴν πιστοῖς παρέχοντα, τοῖς βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.