Κυριακή, 30 Ιουνίου 2013

ΘΕΟΥ ΣΥΓΚΑΤΑΒΑΣΙΝ

«Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνί ποτε· διὰ τοῦτο οἱ Παῖδες, ἐν τῇ καμίνῳ ἀγαλλομένω ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Ἡ ἔνδοξος κένωσις, ὁ θεῖος πλοῦτος τῆς σῆς πτωχείας Χριστέ, καταπλήττει Ἀγγέλους, Σταυρῷ ὁρῶντάς σε καθηλούμενον, διὰ τὸ σῶσαι τοὺς πίστει κραυγάζοντας· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τῇ θείᾳ καθόδῳ σου, φωτὸς ἐπλήσθη τὰ καταχθόνια, καὶ τὸ σκότος ἠλάθη, τὸ πρὶν διῶκον· ὅθεν ἀνέστησαν, οἱ ἀπ' αἰῶνος δεσμῶται κραυγάζοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.