Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 29 Μαΐου 2013

ΤΗΣ ΕΟΡΤΗΣ ΜΕΣΑΖΟΥΣΗΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ, ΑΝΗΛΘΕΣ Ο ΣΩΤΗΡ ΜΟΥ ΕΠΙ ΤΟΝ ΙΕΡΟΝ ΣΟΥ

Τῆς ἑορτῆς μεσαζούσης τῶν Ἰουδαίων, ἀνῆλθες ὁ Σωτήρ μου ἐπὶ τὸ ἱερόν σου, καὶ ἐδίδασκες πάντας, ἐθαύμαζον δὲ Ἰουδαῖοι, καὶ πόθεν οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς; ἔλεγον.

Ἰάματα χαρισμάτων ὁ λυτρωτής μου πηγάζων ἐπετέλει τέρατα καὶ σημεῖα, φυγαδεύων τὰς νόσους, ἰώμενος τοὺς ἀσθενοῦντας, ἀλλ' Ἰουδαῖοι ἐξεμαίνοντο, τῷ πλήθει τῶν θαυμάτων αὐτοῦ.

Τοὺς ἀπειθεῖς Ἰουδαίους ὁ λυτρωτής μου, ἐλέγχων ἀνεβόα· Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε· καὶ γὰρ ὁ νόμος καὶ ἐν Σαββάτῳ περιτέμνεσθαι, κελεύει πάντα ἄνθρωπον.

Τὰ μείζονα τῶν θαυμάτων τοῖς Μαθηταῖς σου, Σωτὴρ ὡς ἐπηγγείλω, παρέσχες, ἀποστείλας, εἰς τὰ ἔθνη κηρῦξαι τὴν δόξαν σου· οἱ δὲ τῷ κόσμῳ, ἐκήρυττόν σου τήν Ἀνάστασιν, τὴν χάριν καὶ τὴν σάρκωσιν.

Εἰ ἄνθρωπον περιτέμνετε ἐν Σαββάτῳ, μήπως λυθῇ ὁ νόμος, νῦν ἐμοὶ τί χολᾶτε, ὅτι ἄνθρωπον ὅλον ἐποίησα ὑγιῆ λόγῳ; κατὰ τὴν σάρκα ὑμεῖς κρίνετε φησὶ τοῖς Ἰουδαίοις Χριστός!

Ὁ τὴν ξηρὰν θεραπεύσας χεῖρα τῷ λόγῳ, τὴν ξηρανθεῖσαν πάλαι γῆν τῆς ἐμῆς καρδίας, ἰασάμενος Λόγε, ἀνάδειξόν με καρποφόρον, ἵνα ἐργάσωμαι κἀγὼ Σωτήρ, καρπούς ἐν μετανοίᾳ θερμῇ.

Λεπρῶσάν μου τὴν καρδίαν ἀποκαθάρας, καὶ τῆς ψυχῆς μου Λόγε τὰ ὄμματα φωτίσας, ἐπὶ κλίνης ὀδύνης μου, κείμενον ἀνόρθωσόν με, ὡς τὸν παράλυτον ἀνέστησας, ἐν κλίνῃ κατακείμενον.
Ἀλλότριον τοῖς ἀνόμοις ἐστὶ τὸ σέβειν, τὴν ἄναρχον Τριάδα Πατέρα καὶ Υἱόν τε, καὶ τὸ ἅγιον Πνεῦμα, τὴν ἄκτιστον παντοκρατορίαν, δι' ἧς ὁ σύμπας κόσμος ἥδρασται, τῷ κράτει τῆς ἰσχύος αὐτῆς.
Διγαλάκης Ιάσων