Παρασκευή, 29 Μαρτίου 2013

ΔΙ' ΕΓΚΡΑΤΕΙΑΣ ΤΩΝ ΠΑΘΩΝ

Δι' ἐγκρατείας τῶν παθῶν τὰς πυριφλέκτους, ἀπονεκρώσαντες ὁρμὰς καὶ τὰς κινήσεις, τοῦ Χριστοῦ οἱ Μάρτυρες ἔλαβον τὴν χάριν, τὰς νόσους ἀποδιώκειν τῶν ἀσθενῶν, καὶ ζῶντες καὶ μετὰ τέλος θαυματουργεῖν, ὄντως θαῦμα παράδοξον! ὅτι ὀστέα γυμνά, ἐκβλύζουσιν ἰάματα· Δόξα τῷ μόνῳ Θεῷ ἡμῶν.