Κυριακή, 25 Νοεμβρίου 2012

ΕΞΕΣΤΗ ΕΠΙ ΤΟΥΤΩ Ο ΟΥΡΑΝΟΣ

«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι».

Μετέστης πρὸς θαλάμους φωτοειδεῖς, νυμφικοῖς κοσμουμένη στολίσμασι, παρθενικήν, ἔχουσα λαμπάδα τῇ δεξιᾷ, τῇ δὲ ἑτέρᾳ φέρουσα, τὴν ἀποτμηθεῖσάν σου κεφαλήν, καὶ νῦν παρισταμένη, Χριστῷ τῷ σῷ Νυμφίῳ, τοὺς σὲ ὑμνοῦντας περιφρούρησον.

Ἐδέχθη σου θεόφρον ἡ προσευχή· τοὺς γὰρ πίστει τὴν σὴν ὀνομάζοντας, κλῆσιν σεμνή, σῴζει ὁ Δεσπότης ἐκ πειρασμῶν, καὶ εὐρωστίαν δίδωσι, νόσων ἀπαλλάττων παντοδαπῶν, ψυχῶν τε καὶ σωμάτων· διὸ σε γεγηθότες, Αἰκατερῖνα μακαρίζομεν.

Λιμένι καθωρμίσθης νῦν γαληνῷ, εὐσταλῶς τε καὶ κούφως τὴν θάλασσαν, τὴν κοσμικήν, Μάρτυς διελθοῦσα Τρικυμιῶν, μὴ πειρασθεῖσα πάνσοφε, πλοῦτον πολυποίκιλον τῷ Χριστῷ, προσφέρουσα Παρθένε, τὸν δῆμον τῶν Μαρτύρων, Αἰκατερῖνα παμμακάριστε.

Παστάδων οὐρανίων ἔνδον τανῦν, σὺν παρθένων χορείᾳ χορεύουσα, μαρτυρικαῖς, περιλαμπομένη μαρμαρυγαῖς, Αἰκατερῖνα πάνσοφε, λῦσον τῶν πταισμάτων μου τὰς σειράς, προθύμως δυσωποῦσα, τὸν πάντων Εὐεργέτην, δι' ὃν τὸ αἵμά σου ἐξέχεας.